Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.316 Dem. 18.320 (English) >>Dem. 18.323

18.318εἶτα λέγεις ὡς οὐδὲν ὅμοιός εἰμʼ ἐκείνοις ἐγώ; σὺ δʼ ὅμοιος, Αἰσχίνη; δʼ ἀδελφὸς σός; ἄλλος δέ τις τῶν νῦν ῥητόρων; ἐγὼ μὲν γὰρ οὐδένα φημί. ἀλλὰ πρὸς τοὺς ζῶντας, χρηστέ, ἵνα μηδὲν ἄλλʼ εἴπω, τὸν ζῶντʼ ἐξέταζε καὶ τοὺς καθʼ αὑτόν, ὥσπερ τἄλλα πάντα, τοὺς ποιητάς, τοὺς χορούς, τοὺς ἀγωνιστάς. 18.319 Φιλάμμων οὐχ ὅτι Γλαύκου τοῦ Καρυστίου καί τινων ἑτέρων πρότερον γεγενημένων ἀθλητῶν ἀσθενέστερος ἦν, ἀστεφάνωτος ἐκ τῆς Ὀλυμπίας ἀπῄει, ἀλλʼ ὅτι τῶν εἰσελθόντων πρὸς αὐτὸν ἄριστʼ ἐμάχετο, ἐστεφανοῦτο καὶ νικῶν ἀνηγορεύετο. καὶ σὺ πρὸς τοὺς νῦν ὅρα με ῥήτορας, πρὸς σαυτόν, πρὸς ὅντινα βούλει τῶν ἁπάντων· οὐδένʼ ἐξίσταμαι. 18.320ὧν, ὅτε μὲν τῇ πόλει τὰ βέλτισθʼ ἑλέσθαι παρῆν, ἐφαμίλλου τῆς εἰς τὴν πατρίδʼ εὐνοίας ἐν κοινῷ πᾶσι κειμένης, ἐγὼ κράτιστα λέγων ἐφαινόμην, καὶ τοῖς ἐμοῖς καὶ ψηφίσμασι καὶ νόμοις καὶ πρεσβείαις ἅπαντα διῳκεῖτο, ὑμῶν δʼ οὐδεὶς ἦν οὐδαμοῦ, πλὴν εἰ τούτοις ἐπηρεάσαι τι δέοι· ἐπειδὴ δʼ μήποτʼ ὤφελεν συνέβη, καὶ οὐκέτι συμβούλων ἀλλὰ τῶν τοῖς ἐπιταττομένοις ὑπηρετούντων καὶ τῶν κατὰ τῆς πατρίδος μισθαρνεῖν ἑτοίμων καὶ τῶν κολακεύειν ἕτερον βουλομένων ἐξέτασις ἦν, τηνικαῦτα σὺ καὶ τούτων ἕκαστος ἐν τάξει καὶ μέγας καὶ λαμπρὸς ἱπποτρόφος, ἐγὼ δʼ ἀσθενής, ὁμολογῶ, ἀλλʼ εὔνους μᾶλλον ὑμῶν τουτοισί.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.316 Dem. 18.320 (English) >>Dem. 18.323

Powered by PhiloLogic